Encontrados 80 resultados para: προφήτης

  • νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ εἰ δὲ μὴ ἀποδίδως γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά (Gênesis 20, 7)

  • καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἰδοὺ δέδωκά σε θεὸν Φαραω καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης (Êxodo 7, 1)

  • καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε τῶν λόγων μου ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ (Números 12, 6)

  • ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας (Deuteronômio 13, 2)

  • καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας ἐξῶσαί σε ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν (Deuteronômio 13, 6)

  • καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ (Deuteronômio 18, 19)

  • πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι καὶ ὃς ἂν λαλήσῃ ἐπ’ ὀνόματι θεῶν ἑτέρων ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος (Deuteronômio 18, 20)

  • ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματι κυρίου καὶ μὴ γένηται τὸ ῥῆμα καὶ μὴ συμβῇ τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν κύριος ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος οὐκ ἀφέξεσθε αὐτοῦ (Deuteronômio 18, 22)

  • καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ισραηλ ὡς Μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον (Deuteronômio 34, 10)

  • καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ’ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων καὶ Ηλι πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου (I Samuel 3, 21)

  • καὶ εἶπεν Γαδ ὁ προφήτης πρὸς Δαυιδ μὴ κάθου ἐν τῇ περιοχῇ πορεύου καὶ ἥξεις εἰς γῆν Ιουδα καὶ ἐπορεύθη Δαυιδ καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαριχ (I Samuel 22, 5)

  • καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου (I Reis 1, 8)


“A oração é a efusão de nosso coração no de Deus.” São Padre Pio de Pietrelcina