Encontrados 7 resultados para: Εγλωμ

  • καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ελεαζαρ υἱὸς Ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Εφραιμ (33a) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ισραηλ τὴν κιβωτὸν τοῦ θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς καὶ Φινεες ἱεράτευσεν ἀντὶ Ελεαζαρ τοῦ πατρὸς αὐτοῦ ἕως ἀπέθανεν καὶ κατωρύγη ἐν Γαβααθ τῇ ἑαυτοῦ (33b) οἱ δὲ υἱοὶ Ισραηλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν καὶ ἐσέβοντο οἱ υἱοὶ Ισραηλ τὴν Ἀστάρτην καὶ Ασταρωθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Εγλωμ τῷ βασιλεῖ Μωαβ καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δέκα ὀκτώ (Josué 24, 33)

  • καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου (Juízes 3, 12)

  • καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ (Juízes 3, 14)

  • καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱὸν τοῦ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ (Juízes 3, 15)

  • καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα (Juízes 3, 17)

  • καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγαλ καὶ εἶπεν Αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλεῦ καὶ εἶπεν Εγλωμ πρὸς αὐτόν σιώπα καὶ ἐξαπέστειλεν ἀφ’ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ’ αὐτόν (Juízes 3, 19)

  • καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος καὶ εἶπεν Αωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ (Juízes 3, 20)


“Quando a videira se separa da estaca que a sustenta, cai, e ao ficar na terra apodrece com todos os cachos que possui. Alerta, portanto, o demônio não dorme!” São Padre Pio de Pietrelcina