Encontrados 8 resultados para: ἐπιδέκατα

  • ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ισραηλ ὅσα ἂν ἀφορίσωσιν κυρίῳ ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ διὰ τοῦτο εἴρηκα αὐτοῖς ἐν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κλῆρον (Números 18, 24)

  • καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ τὰ δόματα ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν ὅσα ἐὰν εὔξησθε τῷ θεῷ ὑμῶν (Deuteronômio 12, 11)

  • καὶ φάγῃ αὐτὸ ἔναντι κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου ἵνα μάθῃς φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας (Deuteronômio 14, 23)

  • καὶ ὡς προσέταξεν τὸν λόγον ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν (II Crônicas 31, 5)

  • οἱ υἱοὶ Ισραηλ καὶ Ιουδα καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν καὶ ἡγίασαν τῷ κυρίῳ θεῷ αὐτῶν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς (II Crônicas 31, 6)

  • καὶ εἰσήνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει καὶ ἐπ’ αὐτῶν ἐπιστάτης Χωνενιας ὁ Λευίτης καὶ Σεμεϊ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος (II Crônicas 31, 12)

  • εἰσήλθατε εἰς Βαιθηλ καὶ ἠνομήσατε καὶ εἰς Γαλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι καὶ ἠνέγκατε εἰς τὸ πρωὶ θυσίας ὑμῶν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν (Amós 4, 4)

  • εἰ πτερνιεῖ ἄνθρωπος θεόν διότι ὑμεῖς πτερνίζετέ με καὶ ἐρεῖτε ἐν τίνι ἐπτερνίκαμέν σε ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ’ ὑμῶν εἰσιν (Malaquias 3, 8)


“O demônio é forte com quem o teme, mas é fraco com quem o despreza.” São Padre Pio de Pietrelcina