Encontrados 64 resultados para: Ιωας

  • καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Εφραθα τὴν Ιωας πατρὸς τοῦ Εσδρι καὶ Γεδεων υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιαμ (Juízes 6, 11)

  • καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεων υἱὸς Ιωας ἐποίησεν τὸ ῥῆμα τοῦτο (Juízes 6, 29)

  • καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ (Juízes 6, 30)

  • καὶ εἶπεν Ιωας τοῖς ἀνδράσιν πᾶσιν οἳ ἐπανέστησαν αὐτῷ μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βααλ ἢ ὑμεῖς σώσετε αὐτόν ὃς ἐὰν δικάσηται αὐτῷ θανατωθήτω ἕως πρωί εἰ θεός ἐστιν δικαζέσθω αὐτῷ ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ (Juízes 6, 31)

  • καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν (Juízes 7, 14)

  • καὶ ἐπέστρεψεν Γεδεων υἱὸς Ιωας ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Αρες (Juízes 8, 13)

  • καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ (Juízes 8, 29)

  • καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εφραθα Αβιεσδρι (Juízes 8, 32)

  • καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τῆς πόλεως καὶ τῷ Ιωας υἱῷ τοῦ βασιλέως (I Reis 22, 26)

  • καὶ ἔλαβεν Ιωσαβεε θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἐθανατώθη (II Reis 11, 2)

  • υἱὸς ἐτῶν ἑπτὰ Ιωας ἐν τῷ βασιλεύειν αὐτόν (II Reis 12, 1)

  • ἐν ἔτει ἑβδόμῳ τῷ Ιου ἐβασίλευσεν Ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αβια ἐκ τῆς Βηρσαβεε (II Reis 12, 2)


“Subamos sem nos cansarmos, sob a celeste vista do Salvador. Distanciemo-nos das afeições terrenas. Despojemo-nos do homem velho e vistamo-nos do homem novo. Aspiremos à felicidade que nos está reservada.” São Padre Pio de Pietrelcina